Αντίφωνα Θείας Λειτουργίας
Τι είναι τα Αντίφωνα της Θείας Λειτουργίας
Τα Αντίφωνα ψάλλονται στην αρχή της Θείας Λειτουργίας μετά τα Ειρηνικά.
Α´ Ἀντίφωνον καὶ ἐφύμνιον
Εὐλόγει ἡ ψυχή
μου τὸν Κύριον καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις
τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Β´ Ἀντίφωνον καὶ ἐφύμνιον
Αἴνει ἡ ψυχή
μου τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ
Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι ἀλληλούϊα.
Δόξα Πατρὶ καὶ
Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ μονογενὴς Υἱὸς
καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν
σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας
σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος,
συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ακούστε εδώ:
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Τα σχόλια σας μας κάνουν καλλίτερους...